.

.

.

.

Δευτέρα 22 Δεκεμβρίου 2014

Καταβασιές Χριστουγέννων


ΟΙ ΚΑΤΑΒΑΣΙΕΣ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

ᾨδὴ α'
Χριστὸς γεννᾶται· δοξάσατε.
Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε.
Χριστὸς ἐπὶ γῆς· ὑψώθητε.
ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ,
καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί·
ὅτι δεδόξασται.

ᾨδὴ γ'
Τῷ πρὸ τῶν αἰώνων ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ,
καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου σαρκωθέντι ἀσπόρως,
Χριστῷ τῷ Θεῷ βοήσωμεν·
Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἷ Κύριε.

ᾨδὴ δ'
῾Ράβδος ἐκ τῆς ρίζης Ἰεσσαί,
καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας,
ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος,
ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός.
Δόξα τῇ δυνάμει σου, Κύριε.

ᾨδὴ ε'
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν,
τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον,
εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν·
ὅθεν θεογνωσίας πρὸς φῶς ὁδηγηθέντες,
ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε.

ᾨδὴ ς'
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ, οἷον ἐδέξατο·
τῇ Παρθένῳ δὲ ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών,
διελήλυθε φυλάξας ἀδιάφθορον·
ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως,
τὴν τεκούσαν κατέσχεν ἀπήμαντον.

ᾨδὴ ζ'
Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες
δυσσεβοῦς προστάγματος καταφρονήσαντες,
πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν,
ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἐστῶτες ἔψαλλον·
Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος ἐξεικόνισε κάμινος τύπον·
οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους,
ὡς οὐδὲ πῦρ τῆς Θεότητος Παρθένου, ἣν ὑπέδη, νηδύν·
διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν·
Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον,
καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'
Μυστήριον ξένον ὁρῶ καὶ παράδοξον!
οὐρανὸν τὸ σπήλαιον·
θρόνον Χερουβικὸν τὴν Παρθένον·
τὴν φάτνην χωρίον ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος,
Χριστὸς ὁ Θεὸς· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Κυριακή 21 Δεκεμβρίου 2014

Η Παρθένος σήμερον - Κοντάκιον Χριστουγέννων









Η Παρθένος σήμερον - προεόρτιον κοντάκιον

ΠΡΟΕΟΡΤΙΟΝ ΚΟΝΤΑΚΙΟΝ

Ἦχος γ´. Ἡ Παρθένος σήμερον.

Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον,
ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως.
Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα,
δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων,
βουληθέντα ἐποφθῆναι,
παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

Σάββατο 20 Δεκεμβρίου 2014

Βηθλεέμ ετοιμάζου κλπ. από την ακολουθία των Μ. Ορών Ι.Μ. Βατοπεδίου


Ποίημα Σωφρονίου Πατριάρχου Ἱεροσολύμων

Ἦχος πλ. δ’
Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω,
ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις,
ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ’ ἡμᾶς,
καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες·
Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.
Ἦχος πλ. δ’
Τάδε λέγει Ἰωσὴφ πρὸς τὴν Παρθένον· Μαρία, τὶ τὸ δρᾶμα τοῦτο,
ὃ ἐν σοὶ τεθέαμαι; ἀπορῶ καὶ ἐξίσταμαι, καὶ τὸν νοῦν καταπλήττομαι!
Λάθρα τοίνυν ἀπ’ ἐμοῦ, γενοῦ ἐν τάχει. Μαρία, τὶ τὸ δρᾶμα τοῦτο,
ὃ ἐν σοὶ τεθέαμαι; ἀντὶ τιμῆς αἰσχύνην, ἀντ’ εὐφροσύνης,
τὴν λύπην, ἀντὶ τοῦ ἐπαινεῖσθαι, τὸν ψόγον μοι προσήγαγες.
Οὐκ ἔτι φέρω λοιπόν, τὸ ὄνειδος ἀνθρώπων· ὑπὸ γὰρ Ἱερέων ἐκ τοῦ ναοῦ,
ὡς ἄμεμπτον Κυρίου σὲ παρέλαβον· καὶ τὶ τὸ ὁρώμενον;
Ἦχος πλ. β’
Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν,
ὁ τεχθεὶς ἐκ Παρθένου, καὶ τοῖς ἀνθρώποις συναναστραφείς.
Φάτνῃ πενιχρᾷ Υἱὸς μονογενής, κείμενος ὁρᾶται βροτός·
καὶ σπαργάνοις πλέκεται, ὁ τῆς δόξης Κύριος, καὶ Μάγους ἀστὴρ μηνύει,
εἰς αὐτοῦ προσκύνησιν, καὶ ἡμεῖς μελῳδοῦμεν·
Τριὰς Ἁγία, σῶσον τὰς ψυχὰς ἠμών.
Ἦχος γ’
Ἰωσήφ, εἰπὲ ἡμῖν, πῶς ἐκ τὼν ἁγίων ἣν παρέλαβες Κόρην,
ἔγκυον φέρεις ἐν Βηθλεέμ; Ἐγὼ φησι, τοὺς Προφήτας ἐρευνήσας,
καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸν γεννήσει ἡ Μαρία
ἀνερμηνεύτως· οὗ εἰς προσκύνησιν, Μάγοι ἐξ Ἀνατολῶν ἥξουσι,
σὺν δώροις τιμίοις λατρεύοντες.
Ὁ σαρκωθεὶς δι’ ἡμᾶς, Κύριε, δόξα σοι.

Σάββατο 29 Νοεμβρίου 2014

Παρασκευή 14 Νοεμβρίου 2014

Σάββατο 8 Νοεμβρίου 2014

Παρασκευή 31 Οκτωβρίου 2014

Σάββατο 25 Οκτωβρίου 2014

Πέμπτη 16 Οκτωβρίου 2014

Ο Αγιασμός 2014


Τρίτη 8 Ιουλίου 2014

Δοξολογία - Ήχος πλ. Δ΄


Δευτέρα 7 Ιουλίου 2014

Σάββατο 5 Ιουλίου 2014

Παρασκευή 4 Ιουλίου 2014

Σάββατο 28 Ιουνίου 2014

Παρασκευή 27 Ιουνίου 2014