Σελίδες

Κυριακή 21 Δεκεμβρίου 2014

Η Παρθένος σήμερον - προεόρτιον κοντάκιον

ΠΡΟΕΟΡΤΙΟΝ ΚΟΝΤΑΚΙΟΝ

Ἦχος γ´. Ἡ Παρθένος σήμερον.

Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον,
ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως.
Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα,
δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων,
βουληθέντα ἐποφθῆναι,
παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.